Skiplinks

  • Tekst
  • Verantwoording en downloads
  • Doorverwijzing en noten
Logo DBNL Ga naar de homepage
Logo DBNL

Hoofdmenu

  • Literatuur & taal
    • Auteurs
    • Beschikbare titels
    • Literatuur
    • Taalkunde
    • Collectie Limburg
    • Collectie Friesland
    • Collectie Suriname
    • Collectie Zuid-Afrika
  • Selecties
    • Collectie jeugdliteratuur
    • Basisbibliotheek
    • Tijdschriften/jaarboeken
    • Naslagwerken
    • Collectie e-books
    • Collectie publiek domein
    • Calendarium
    • Atlas
  • Periode
    • Middeleeuwen
    • Periode 1550-1700
    • Achttiende eeuw
    • Negentiende eeuw
    • Twintigste eeuw
    • Eenentwintigste eeuw
Auriacus, sive libertas saucia (1602)

Informatie terzijde

Titelpagina van Auriacus, sive libertas saucia
Afbeelding van Auriacus, sive libertas sauciaToon afbeelding van titelpagina van Auriacus, sive libertas saucia

  • Verantwoording
  • Inhoudsopgave

Downloads

PDF van tekst (0.62 MB)

ebook (3.07 MB)

XML (0.32 MB)

tekstbestand






Genre

drama

Subgenre

tragedie/treurspel


© zie Auteursrecht en gebruiksvoorwaarden.

Auriacus, sive libertas saucia

(1602)–Daniël Heinsius–rechtenstatus Auteursrechtvrij

Vorige Volgende
[Folio B3v]
[fol. B3v]

Ιωσηπῳ Σκαλανῳ Ἰουλίου τοῦ πάνυ Δανιὴλ ὀ Ἑίνσιος εὖ πράττειν

Τὸν Ανάχαρσιν λέγεται, ὦ Διογενὲς, τὸ πρῶτον ἐκ Σκυθίας Αθήναζε παιδείας ἐπιθυμία τῆς Ἑλληνικιῆς ἀφικνούμενον, τῷ Τοξάρει,Σκύθῃ καὶ ἀυτῷ ὄντο καὶ ὃμοεθνεῖ Αθήνῃσιν ἐς λόγους ἐλθείν. Τόνδε, παιδείας τε ἅμα, καὶ θύσεως εὖ ἔχοντα, τἄλλα δὲ καὶ τῶν Αθηναίων λόγων οὐ παρέργως ἁπτομενον, οὐδὲ δυσπρόσοδον ὄντα, ὥς εἰκὸς ἄνδρα τῶν πολλῶν καὶ δημοτικῶν, τῶντε· ἐκεῖ ὀκταπόδων, (τοῦτο γὰρ τοῖς απόροις ἐν Σκύθαις τὄυνομα κεῖσθαι λόγος ἔχει) τὸν ἔρωτα τοῦτον καὶ ζῆλον φίλου ἀνδρὸς, ὅν οὐ πρὸ πολλοῦ ἤρα καὶ ἀυτὸς τὸν Ἑλλάδα ἰδεῖν, οὐδαμῶς ἐν παρέργῳ θέμενον, πολλὰ καλὰ κ' ἀγαθὰ ὑποθέασθαι· ὀυ μὴν ἀναδειξάμενον τἄλλα, οἵς ἐκεῖνον μάλιστα φιλοφρονούμενος [...]υνίει, εἰπόντα· δὲ μόνον· εἰ ἕνα μὲν, ὦ Φιλότης, τῶν τῇδε ἀνδρῶν φίλον κτήσαιο, εὐ ἴστθι πᾶσαν τὴν Ἑλλάδα οὐ μόνον ἔχων ἐν αὐτῳ, ἀλλὰ καὶ πάντα, τὰ παρ' Ἕλλησι θέας ἄξια ἰδῶν καὶ ἐμπορευόμενος, καὶ ταῦτα μὴν περὶ τοῦ Σόλωνος ὁ Σκύθης, ὀρθῶς γε λέγων ἐκεῖος. Εγὼ δὲ, ὅτε τὸ πρῶτον ἐπεδήμησα τῇ πόλει ταύτῃ, σοι κατὰ δαίμονα ἐντυχὼν, μονονουχὶ θεὸς ἐν ἀκαρεῖ χρόνου γεγενημένος ἔδοξα, πλὴν ἀλλὰ καὶ πάντων ὀλιγωρήσας, καὶ τῶν πάνυ τοῖς πολλοῖς περιβλέπτων καταγελάσας ἀτεχνῶς, τὸ κεφάλαιον εἰδέναι τῶν τῇδε ἀγαθῶν. Τὸ δὲ νῦν εἶναι, ἐπείγε τὸν κόθορνον, μείζω ἤ ὥστε νεανίᾳ καὶ ὅιῳ ἐμοὶ πρέπειν, περικεῖσθαι κινδυνεύω, ἐν μυριάνδρῳ ἐμαυτὸν θεάτρῳ καθίξας δόξω, εἰ σύγε τὴν δίαιταν τάυτην ἐπιτετραμμένος, καὶ τὴν τῶν ἄλθων νόμον ἐγχειρισθεὶς, κατὰ τά σοι δοκοῦντα τὴν ψῆφον φέροις, οἷς ἄν μόνος συ διαγινώσκοις ἀγαπήσων. οὐ μὴν οὐδ' ἕωλόν τινα ἔφεσιν ἀγωνιοῦμαι, οὐδὲ δικαιολογήσομαι, κἂν κἀμαρτῶν ἁλῶ, οὐδὲ, τὸ τῶν ὑπευθύνων ἐκεῖνο, λόγον τῶν τετολμημένων ὑφέξομαι· ὥσπερ οὐ πάνυ μοι μέλον, ει καὶ εὐτελῆ τινα, καὶ σεμνότετητος τραγικῆς ἄξιον, ἢ μεγαλόθρον ἔνι οὐδεν, ἢ μόνον ἥτε ἡλικία ἡμῶν, καὶ τὸ ἡδέως περὶ τὰ τοιαῦτα ἡμᾶς διακεῖσθαι, σοι διὰ σπουδῆς ᾖ· οὐ γὰρ τὸν Ευριπίδην ὅλον, ἢ καὶ τὸν τραγῳδὸν, νὴ τὸν Διόνυσον, τὸν σὸν καταπεπώκαμεν, οὐδὲ τὰ τοῦ Ὁμήρου, κατὰ τὸν Αισχύλον, τεμάχη, ἀπὸ στόματος εἴποιμεν, ὥστε ὑποδραματουργεῖν σοι. μάλιστα δὲ τοῦ θάρσους ἡμῖν, τότε τῆς ἀφορμῆς τὸ μέγα, καὶ τὸ τῆς ὑποθέσεως τὸ λαμπρὸν συλλαμβάνεται, καίπερ πολλάκις τῶν ἔργων τοὺς λόγους οἱουστδήποτε ὑπερφθεγγομένων, οὐ γὰρ κατὰ Μηδείας, ἢ Ἑκάβας, ἢ καὶ Ἄιαντας νὴ Δία μαστιγοφόρους τὸ πρᾶγμα, ἢ τὰς ἄλλας τερατείας,

[Folio B4r]
[fol. B4r]

καὶ μαγγανείας ποιητικὰς, πάνυ ἀλλόκατα μυθίδια ὄντα, παιδῶν ψυχὰς, ἔτι περὶ τὸ βρῦν καὶ τὸ μαμμᾷν σπουδα ζόντων, καὶ τὴν Μορμὼ καὶ τὴν Λαμίαν δεδιότων, ἐκπλήττειν δυνάμενα· περὶ δὲ τῶν ἡμεδαπῶν, τῶντε Αυρανσίου τοῦ μεγάλου πάλαι πεπραγμένων, καὶ μάλιστα περὶ τῆς τοῦ βιοῦ αὐτοῦ καταστροφῆς πᾶς ὁ λόγος, ὅν καὶ ἐπιγράφεται. Σὺ μὲν οὖν ὀβέλισον τὰ πολλὰ, καὶ καταδίκασον, ὥς οὐκ ἔστιν ὅ, τι ἂν ἄλλο ποιήσας μᾶλλον χαρίσαιό μοι: οὐ γοῦν δεόιμην σοῦγε τὸ κωμικὸν τοῦτο,

Τῶν ποιωτῶν εἶναι με λέγειν ἑκατὸν σταδίοισιν ἄριστον.

Οὐκ, εἴγε καὶ χύτραις λημῶν τυγχάνοιμι. ὀλεθρίων γὰρ ταῦτα, μόνοιτε ἐλλόγιμοι εἶναι φασκόντων, καὶ σοφόν τι χοῆμα, καὶ ἄκρον ἐν παιδείᾳ γενέσθαι πεπεισμένων. τὰ δ' ἐμὰ μετρίως ἔχει πάντα, καὶ νέος ἔκ κομιδῆ [...] Μούσιας ἅμα, καὶ τῇ τούτων ἀδελφῇ τῇ βελτίστη πενίᾳ προς φιλοσοφῶ. Σὺ μὲν οὖν οὐκ ἂν φθανοις ταῦτα ποιῶν· ἐγὼ δὲ τὴν τραγῳδίαν τὴν ἐμὴν ἐκδιδόναι μοι δοκῶ, οὐδεν

δέον ταύτην, ὥσπερ τὴν Ακρισίου, παρθεν εύεσθαι, καθάπερ ἵερειάν τινα τῇ θεσμοφόρῳ ἀνατρεφομένην, ἀλλὰ κοινόν, φασι, κτῆμα γενέασθαι. τί γὰρ ἂν καὶ πὰθοι τις, ὁπόταν φίλοι ἄνδρες καὶ εὐδόκιμοι βιάζοιντο; ἢν γοῦν ἕν δρᾶμα τοῦτο γραψαίμην μόνον, πρὶν τὴν ὑπήνην ἀνέρπειν, περὶ τὸ στόμα τοὺς κροτάφους τε (οὕτω γὰρ [...] ποιητῶν τινος μέμνημαι λέγοντος) τοῦτο προοδοῦ ἐς τὴν παιδείαν ἔσομαι πεπονηκώς· ὑπέρευγε ποιῶν τά τε ἄλλα, καὶ ὅτι ἐμβαδίων δεόμενος περιπατῶ, μικρὸς ὢν καὶ πηχυαῖος, καὶ ταῦτα μὲν δὴ ταῦτα· ὁ δὲ κάκιστα μιασμάτων ἀπολούμενος φθόνος ἐμιοῦ ἕνεκα, οἰμωζέτω, μηδ' ὥραισιν ἵκοιτο, τὸ προσωπεῖον, ὁ μεταξὺ τραγῳδῶν περιβέβλημαι, μορμολυττόμενος, καὶ γεννάιως μὰ[...] Δί' ὑπ' ἐμοῦ ἐκτραγωδούμενος. Ἔρρωσο Διογενές μοι Ιουλιάδη μέγα φέγγος Αχαιῶν· καὶ Βακχεῖον τοῦτον ἄνακτα, σήμερον Διονυσίοις τραγῳδοῖς ἀποκηρυττόμενον, ἀποδέχου.


Vorige Volgende

Footer navigatie

Logo DBNL Logo DBNL

Over DBNL

  • Wat is DBNL?
  • Over ons
  • Selectie- en editieverantwoording

Voor gebruikers

  • Gebruiksvoorwaarden/Terms of Use
  • Informatie voor rechthebbenden
  • Disclaimer
  • Privacy
  • Toegankelijkheid

Contact

  • Contactformulier
  • Veelgestelde vragen
  • Vacatures
Logo DBNL

Partners

Ga naar kb.nl logo KB
Ga naar taalunie.org logo TaalUnie
Ga naar vlaamse-erfgoedbibliotheken.be logo Vlaamse Erfgoedbibliotheken